Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.27 Joseph. AJ 5.32 (English) >>Joseph. AJ 5.36

5.30καὶ τὴν Ῥαάβην σὺν τοῖς οἰκείοις εἰς τὸ καταγώγιον συμφυγοῦσαν ἔσωσαν οἱ κατάσκοποι, καὶ πρὸς αὐτὸν Ἰησοῦς ἀχθείσῃ χάριν ἔχειν ὡμολόγει τῆς σωτηρίας τῶν κατασκόπων καὶ μὴν τῆς εὐεργεσίας ταύτης ἔλεγεν ἐν ταῖς ἀμοιβαῖς οὐχ ἥττονα φανήσεσθαι, δωρεῖται δʼ αὐτὴν εὐθὺς ἀγροῖς καὶ διὰ τιμῆς εἶχε τῆς πάσης. 5.31

Τῆς δὲ πόλεως εἰ καί τι παρέλθοι τὸ πῦρ κατέσκαπτε καὶ κατὰ τῶν οἰκησόντων, εἴ τις πορθηθεῖσαν ἀνεγείρειν ἐθελήσειεν, ἀρὰς ἔθετο, ὅπως θεμελίους μὲν τειχῶν βαλόμενος στερηθῇ τοῦ πρώτου παιδός, τελειώσας δὲ τὸν νεώτατον τῶν παίδων ἀποβάλῃ. τῆς δὲ ἀρᾶς τὸ θεῖον οὐκ ἠμέλησεν, ἀλλʼ ἐν τοῖς ὑστέροις ἀπαγγελοῦμεν τὸ περὶ αὐτὴν πάθος γενόμενον. 5.32

Ἄπειρον δέ τι πλῆθος ἐκ τῆς ἁλώσεως συναθροίζεται ἀργύρου τε καὶ χρυσοῦ καὶ προσέτι χαλκοῦ μηδενὸς παραβάντος τὰ δεδογμένα μηδʼ εἰς ἰδίαν ὠφέλειαν αὐτὰ διαρπασαμένων, ἀλλʼ ἀποσχομένων ὡς ἤδη τῷ θεῷ καθιερωμένων. καὶ ταῦτα μὲν Ἰησοῦς τοῖς ἱερεῦσιν εἰς τοὺς θησαυροὺς παραδίδωσι καταθέσθαι. καὶ Ἱεριχοῦς μὲν τοῦτον ἀπώλετο τὸν τρόπον. 5.33

Ἄχαρος δέ τις Ζεβεδαίου παῖς ὢν ἐκ τῆς Ἰούδα φυλῆς εὑρὼν χλαμύδα βασίλειον ἐκ χρυσοῦ μὲν πᾶσαν ὑφασμένην, μᾶζαν δὲ χρυσοῦ σταθμὸν ἕλκουσαν σίκλων διακοσίων καὶ δεινὸν ἡγησάμενος, εἰ κινδυνεύσας ηὕρατο κέρδος, τοῦτο τῆς ἰδίας χρείας ἀφελόμενος δοῦναι φέρων τῷ θεῷ καὶ μὴ δεομένῳ, ὄρυγμα βαθὺ ποιήσας ἐν τῇ αὐτοῦ σκηνῇ κατώρυξεν εἰς τοῦτο, λήσειν νομίζων ὡς τοὺς συστρατιώτας οὕτως καὶ τὸν θεόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.27 Joseph. AJ 5.32 (English) >>Joseph. AJ 5.36

Powered by PhiloLogic